Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.49 Joseph. BJ 5.56 (English) >>Joseph. BJ 5.63

5.53πέπυστο γάρ, ὅπερ ἦν ἀληθές, τοῖς στασιώδεσι καὶ λῃστρικοῖς τὸν δῆμον ὑποπεπτηχότα ποθεῖν μὲν εἰρήνην, ἀσθενέστερον δὲ ὄντα τῆς ἐπαναστάσεως ἠρεμεῖν. 5.54

Ἕως μὲν οὖν ὄρθιον ἱππάζετο τὴν λεωφόρον κατατείνουσαν

-- --

πρὸς τὸ τεῖχος οὐδεὶς προυφαίνετο τῶν πυλῶν, 5.55ἐπεὶ δʼ ἐκ τῆς ὁδοῦ πρὸς τὸν Ψήφινον πύργον ἀποκλίνας πλάγιον ἦγε τὸ τῶν ἱππέων στῖφος, προπηδήσαντες ἐξαίφνης ἄπειροι κατὰ τοὺς Γυναικείους καλουμένους πύργους διὰ τῆς ἀντικρὺ τῶν Ἑλένης μνημείων πύλης διεκπαίουσι τῆς ἵππου, 5.56καὶ τοὺς μὲν ἔτι κατὰ τὴν ὁδὸν θέοντας ἀντιμέτωποι στάντες ἐκώλυσαν συνάψαι τοῖς ἐκκλίνασι, τὸν δὲ Τίτον ἀποτέμνονται σὺν ὀλίγοις. 5.57τῷ δὲ πρόσω μὲν ἦν χωρεῖν ἀδύνατον· ἐκτετάφρευτο γὰρ ἀπὸ τοῦ τείχους περὶ τὰς κηπείας ἅπαντα τοίχοις τε ἐπικαρσίοις καὶ πολλοῖς ἕρκεσι διειλημμένα· 5.58τὴν δὲ πρὸς τοὺς σφετέρους ἀναδρομὴν πλήθει τῶν ἐν μέσῳ πολεμίων ἀμήχανον ἑώρα καὶ τραπέντας τοὺς ἀνὰ τὴν λεωφόρον, ὧν οἱ πολλοὶ μηδὲ γινώσκοντες τὸν τοῦ βασιλέως κίνδυνον, ἀλλʼ οἰόμενοι συναναστραφῆναι κἀκεῖνον ἀνέφευγον. 5.59 δὲ κατιδὼν ὡς ἐν μόνῃ τῇ καθʼ αὑτὸν ἀλκῇ κεῖται τὸ σώζεσθαι τόν τε ἵππον ἐπιστρέφει καὶ τοῖς περὶ αὐτὸν ἐμβοήσας ἕπεσθαι μέσοις ἐμπηδᾷ τοῖς πολεμίοις διεκπαῖσαι πρὸς τοὺς σφετέρους βιαζόμενος.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.49 Joseph. BJ 5.56 (English) >>Joseph. BJ 5.63

Powered by PhiloLogic